Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.45 Joseph. BJ 2.51 (English) >>Joseph. BJ 2.55

2.49

Καταπονούμενοι μὲν πρὸς ἀμφοτέρων ὑποπιμπρᾶσιν τὰς στοάς, ἔργα θαυμάσια μεγέθους τε καὶ πολυτελείας ἕνεκεν· οἱ δʼ ἐπʼ αὐτῶν ἐξαίφνης ὑπὸ τῆς φλογὸς περισχεθέντες πολλοὶ μὲν ἐν αὐτῇ διεφθάρησαν, πολλοὶ δὲ ὑπὸ τῶν πολεμίων πηδῶντες εἰς αὐτούς, τινὲς δʼ εἰς τοὐπίσω κατὰ τοῦ τείχους ἐκρημνίζοντο, ἔνιοι δʼ ὑπʼ ἀμηχανίας τοῖς ἰδίοις ξίφεσιν τὸ πῦρ ἔφθανον· 2.50ὅσοι δὲ καθερπύσαντες ἀπὸ τῶν τειχῶν ᾖξαν εἰς τοὺς Ῥωμαίους εὐμεταχείριστοι διὰ τὴν ἔκπληξιν ἦσαν. καὶ τῶν μὲν ἀπολωλότων, τῶν δʼ ὑπὸ τοῦ δέους σκεδασθέντων ἐρήμῳ τῷ τοῦ θεοῦ θησαυρῷ προσπεσόντες οἱ στρατιῶται περὶ τετρακόσια τάλαντα διήρπασαν, ὧν ὅσα μὴ διεκλάπη Σαβῖνος ἤθροισεν. 2.51

Ἰουδαίους δὲ τε τῶν ἔργων καὶ ἀνδρῶν φθορὰ πολὺ πλείους καὶ μαχιμωτέρους ἐπισυνέστησεν Ῥωμαίοις καὶ περισχόντες τὰ βασίλεια πάντας ἠπείλουν διαφθείρειν, εἰ μὴ θᾶττον ἀπίοιεν· ὑπισχνοῦντο γὰρ ἄδειαν τῷ Σαβίνῳ βουλομένῳ μετὰ τοῦ τάγματος ἐξιέναι. 2.52συνελάμβανον δʼ αὐτοῖς οἱ πλείους τῶν βασιλικῶν αὐτομολήσαντες. τὸ μέντοι πολεμικώτατον μέρος, Σεβαστηνοὶ τρισχίλιοι Ῥοῦφός τε καὶ Γρᾶτος ἐπὶ τούτοις, μὲν τοὺς πεζοὺς τῶν βασιλικῶν ὑπʼ αὐτὸν ἔχων, Ῥοῦφος δὲ τοὺς ἱππεῖς, ὢν ἑκάτερος καὶ χωρὶς ὑπηκόου δυνάμεως διʼ ἀλκὴν καὶ σύνεσιν πολέμου ῥοπή, προσέθεντο Ῥωμαίοις.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.45 Joseph. BJ 2.51 (English) >>Joseph. BJ 2.55

Powered by PhiloLogic